Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.20.1 | Hdt. 3.22.1 (English) | >>Hdt. 3.23.1 |
3.21.2 ὁ δὲ Αἰθίοψ μαθὼν ὅτι κατόπται ἥκοιεν , λέγει πρὸς αὐτοὺς τοιάδε · “οὔτε ὁ Περσέων βασιλεὺς δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος γενέσθαι , οὔτε ὑμεῖς λέγετε ἀληθέα (ἥκετε γὰρ κατόπται τῆς ἐμῆς ἀρχῆς ), οὔτε ἐκεῖνος ἀνήρ δίκαιος . εἰ γὰρ ἦν δίκαιος , οὔτʼ ἂν ἐπεθύμησε χώρης ἄλλης ἢ τῆς ἑωυτοῦ , οὔτʼ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπʼ ὧν μηδὲν ἠδίκηται . νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε ·
3.21.3βασιλεὺς ὁ Αἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέι , ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα , τότε ἐπʼ Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρατεύεσθαι · μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν , οἳ οὐκ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι τῇ ἑωυτῶν .”
ch. 22
3.22.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.20.1 | Hdt. 3.22.1 (English) | >>Hdt. 3.23.1 |